Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.32 Joseph. AJ 10.37 (English) >>Joseph. AJ 10.41

10.35ὢν δʼ οὗτος προφήτης θεῖος ὁμολογουμένως καὶ θαυμάσιος τὴν ἀλήθειαν, πεποιθὼς τῷ μηδὲν ὅλως ψευδὲς εἰπεῖν ἅπανθʼ ὅσα προεφήτευσεν ἐγγράψας βίβλοις κατέλιπεν ἐκ τοῦ τέλους γνωρισθησόμενα τοῖς αὖθις ἀνθρώποις. καὶ οὐχ οὗτος μόνος προφήτης, ἀλλὰ καὶ ἄλλοι δώδεκα τὸν ἀριθμὸν τὸ αὐτὸ ἐποίησαν, καὶ πᾶν εἴ τι φαῦλον γίνεται παρʼ ἡμῖν κατὰ τὴν ἐκείνων ἀποβαίνει προφητείαν. ἀλλὰ τούτων μὲν αὖθις ἐξαγγελοῦμεν ἕκαστον. 10.36

Ἐπιβιοὺς δʼ ὃν προειρήκαμεν χρόνον βασιλεὺς Ἐζεκίας καὶ πάντα τοῦτον ἐν εἰρήνῃ διαγαγὼν τελευτᾷ πεντηκοστὸν μὲν καὶ τέταρτον ἔτος τῆς ζωῆς διανύσας, εἴκοσι δὲ βασιλεύσας καὶ ἐννέα. 10.37διαδεξάμενος δὲ τὴν βασιλείαν παῖς αὐτοῦ Μανασσῆς ἐκ μητρὸς μὲν Ἐχίβας τοὔνομα πολίτιδος γεγονώς, ἀπέρρηξεν ἑαυτὸν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων καὶ τὴν ἐναντίαν ἐτράπετο πᾶν εἶδος πονηρίας ἐπιδειξάμενος ἐν τῷ τρόπῳ καὶ μηδὲν ἀσεβὲς παραλιπών, ἀλλὰ μιμούμενος τὰς τῶν Ἰσραηλιτῶν παρανομίας, οἳ εἰς τὸν θεὸν ἁμαρτόντες ἀπώλοντο· μιᾶναι δὲ καὶ τὸν ναὸν ἐτόλμησε τοῦ θεοῦ καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν. 10.38ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας τοὺς δικαίους τοὺς ἐν τοῖς Ἑβραίοις ἀπέκτεινεν, ἀλλʼ οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθʼ ἡμέραν ἀπέσφαζεν, ὥστε αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.32 Joseph. AJ 10.37 (English) >>Joseph. AJ 10.41

Powered by PhiloLogic